Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.152.1 | Hdt. 7.152.3 (English) | >>Hdt. 7.153.4 |
7.152.1
εἰ μέν νυν Ξέρξης τε ἀπέπεμψε ταῦτα λέγοντα κήρυκα ἐς Ἄργος καὶ Ἀργείων ἄγγελοι ἀναβάντες ἐς Σοῦσα ἐπειρώτων Ἀρτοξέρξεα περὶ φιλίης , οὐκ ἔχω ἀτρεκέως εἰπεῖν , οὐδέ τινα γνώμην περὶ αὐτῶν ἀποφαίνομαι ἄλλην γε ἢ τήν περ αὐτοὶ Ἀργεῖοι λέγουσι ·
7.152.2 ἐπίσταμαι δὲ τοσοῦτο ὅτι εἰ πάντες ἄνθρωποι τὰ οἰκήια κακὰ ἐς μέσον συνενείκαιεν ἀλλάξασθαι βουλόμενοι τοῖσι πλησίοισι , ἐγκύψαντες ἂν ἐς τὰ τῶν πέλας κακὰ ἀσπασίως ἕκαστοι αὐτῶν ἀποφεροίατο ὀπίσω τὰ ἐσενεικαίατο .
7.152.3 οὕτω δὲ οὐδʼ Ἀργείοισι αἴσχιστα πεποίηται . ἐγὼ δὲ ὀφείλω λέγειν τὰ λεγόμενα , πείθεσθαί γε μὲν οὐ παντάπασι ὀφείλω , καί μοι τοῦτο τὸ ἔπος ἐχέτω ἐς πάντα λόγον · ἐπεὶ καὶ ταῦτα λέγεται , ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα , ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς ἡ αἰχμὴ ἑστήκεε , πᾶν δὴ βουλόμενοι σφίσι εἶναι πρὸ τῆς παρεούσης λύπης .
ch. 153
7.153.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.152.1 | Hdt. 7.152.3 (English) | >>Hdt. 7.153.4 |